Σελίδες

Saturday, 15 April 2023

Ανάστα ο Θεός…

Ανάστα, ὁ Θεός, κρῖνον τήν γῆν,
ὅτι σύ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ Θεῶν, 
ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, 
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

Ἕως πότε κρίνετε ἀδικίαν, 
καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γήν, 
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, 
ταπεινὸν καὶ πένητα δικαιώσατε.
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, 
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

Ἐξέλεσθε πένητα καὶ πτωχόν, 
ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτόν.
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, 
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, 
σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς.
Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, 
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· 
ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, 
καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.

Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, 
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

No comments:

Post a Comment