Христос Воскресе Hristos a înviat Христос Васкрсе キリストが復活さ Christus het opgestaan Cristo è risorto Kris ki leve pami mò Si Kristo ay nabuhay המשיח קם לתחייה |
Δεῦτε λάβετε φῶς
ἐκ τοῦ ἀνεσπέρου φωτός,
καὶ δοξάσατε Χριστόν,
τὸν ἀναστάντα ἐκ νεκρῶν.
*********
Τὴν ἀνάστασίν σου, Χριστὲ Σωτήρ,
Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς,
καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον
ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
*********
Ἀναστάσεως ἡμέρα,
καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει,
καὶ ἀλλήλους περιπτυξώμεθα.
Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς·
Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει,
καὶ οὕτω βοήσωμεν·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι,
ζωὴν χαρισάμενος.
No comments:
Post a Comment