καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.
Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς,
καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον
ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει,
καὶ ἀλλήλους περιπτυξώμεθα.
Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς·
Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει,
καὶ οὕτω βοήσωμεν·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
No comments:
Post a Comment