Tuesday 15 August 2017

«Ὁ γλυκασμός τῶν Ἀγγέλων»

Ἀπόστολοι ἐκ περάτων,
συναθροισθέντες ἐνθάδε,
Γεθσημανῆ τῷ χωρίῳ,
κηδεύσατέ μου τό σῶμα,
καὶ σύ, Υἱὲ καί Θεέ μου,
παράλαβέ μου τό πνεῦμα.

Ὁ γλυκασμός τῶν Ἀγγέλων,
τῶν θλιβομένων ἡ χαρά,
χριστιανῶν ἡ προστάτις,
Παρθένε Μήτηρ Κυρίου,
ἀντιλαβοῦ μου καὶ ῥῦσαι,
τῶν αἰωνίων βασάνων.

Καέ σέ μεσίτριαν ἔχω,
πρός τόν φιλάνθρωπον Θεόν,
μή μου ἐλέγξῃ τάς πράξεις,
ἐνώπιον τῶν Ἀγγέλων,
παρακαλῶ σε, Παρθένε,
βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε,
καί δωδεκάτειχε πόλις,
ἡλιοστάλακτε θρόνε,
καθέδρα τοῦ Βασιλέως,
ἀκατανόητον θαῦμα,
πῶς γαλουχεῖς τόν Δεσπότην;

No comments:

Post a Comment

© Το χαμομηλάκι | To hamomilaki