Απολυτίκιον
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε ἡ τῆςΤριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομὰζουσα καὶ τὸ Πνεῦμα, ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλὲς. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεὸς καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. |
Μεταγραφή:
Θεὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων·
ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ, καὶ ἔλεγεν πρὸς αὐτὸν ὁ Πρόδρομος· Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα; Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ᾽ οἶδά σε Θεὸν προαιώνιον, ἐπὶ γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα· Ἀκατάληπτε Κύριε, δόξα σοι. |
No comments:
Post a Comment