content='IE=9; IE=8; IE=7; IE=EDGE; chrome=1' content='EmFzIeHFlQgPTxbMCmI95tNM8LI' content='Greece' content='S05o6Dly-TXYLfWLefBlWVa_b99Wt1aM4ca02T2eF9g' content='ZSUyq9bWXj0oJlq-0KujG7GngYziwbRFb64X3hn5rrg' content='520d1c62cdcb55ffb3234698d4b266a1f8b7c5e8' content='BAD79DD59F45A4C95EA40996623BCD1A' content='fb7da0c65145a8e480a6bbae047e5679' content='7 days' content='dd7239129fa6a293' Σήμερον ... ! | To χαμομηλάκι

Παρασκευή, 6 Ιανουαρίου 2017

Σήμερον ... !

  • Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι.
  • Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε.
  • Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε, καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται.
  • Σήμερον ἡ Σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται.
  • Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι.
  • Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι.
  • Σήμερον ὁ Ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται.
  • Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν.
  • Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ.
  • Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται.
  • Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται.
  • Σήμερον ὁ Παράδεισος ἠνέωκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς Δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν.
  • Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως τῷ λαῷ, εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ.
  • Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν.
  • Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα.
  • Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν.
  • Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν.
  • Σήμερον ἡ πλάνη κατήργηται, καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις.
  • Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ.
  • Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται.
  • Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον.
  • Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ.
  • Σήμερον Βασιλείαν οὐρανῶν ὠνησάμεθα·
  • τῆς γὰρ Βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος.
  • Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται.
Πλήρης η Εὐχή Ἁγιασμοῦ τῶν ὑδάτων, το Ποίημα του Πατριάρχου Ἱεροσολύμων Σωφρονίου Α΄(560 - 11 Μαρτίου 638),