Friday 20 March 2020

Η σιωπή της Παναγίας των Χαιρετισμών - Οι δικές μας προσευχές...

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, 
Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.
☦☦☦☦☦☦☦
☦☦☦☦☦☦☦
Πάντων προστατεύεις, Ἀγαθή, 
τῶν καταφευγόντων ἐν πίστει 
τῇ κραταιᾷ σοῦ χειρί, 
ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, 
ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, 
οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, 
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, 
ὅθεν σοι προσπίπτομεν, 
Ῥυσαὶ πάσης περιστάσεως τοὺς δούλους σοῦ. 
☦☦☦☦☦☦☦
☦☦☦☦☦☦☦
Δέσποινα, πρόσδεξαι 
τάς δεήσεις τῶν δούλων σοῦ, 
καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 
☦☦☦☦☦☦☦
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, 
Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου. 
☦☦☦☦☦☦☦
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, 
εὐλογημένη Θεοτόκε, 
ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. 
☦☦☦☦☦☦☦
Τή πρεσβεία Κύριε πάντων τῶν ἁγίων καί τῆς Θεοτόκου, 
τήν σήν εἰρήνην δός ἠμίν, καί ἐλέησον ἠμᾶς 
ὡς μόνος οἰκτίρμων.
☦☦☦☦☦☦☦
Χαμομηλάκι

No comments:

Post a Comment

© Το χαμομηλάκι | To hamomilaki