Thursday 16 April 2020

«Σήμερον κρεμᾶται ἐπί ξύλου ὁ ἐν ὕδασι τήν γῆν κρεμάσας...»

«Σήμερον κρεμᾶται ἐπὶ ξύλου 
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. 
Στέφανον ἐξ ἀκανθῶν περιτίθεται 
ὁ τῶν ἀγγέλων Βασιλεύς. 
Ψευδῆ πορφύραν περιβάλλεται 
ὁ περιβάλλων τὸν οὐρανὸν ἐν Νεφέλαις. 
Ῥάπισμα κατεδέξατο 
ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. 
Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας. 
Λόγχῃ ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου. 
Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ. 
Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου ἀνάστασιν».

youtube
youtube
Φιλοξενία: Το Χαμομηλάκι

No comments:

Post a Comment

© Το χαμομηλάκι | To hamomilaki